Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.318 Joseph. BJ 4.324 (English) >>Joseph. BJ 4.331

4.321καθόλου δʼ εἰπεῖν, ζῶντος Ἀνάνου πάντως ἂν διελύθησαν· δεινὸς γὰρ ἦν εἰπεῖν τε καὶ πεῖσαι τὸν δῆμον, ἤδη δὲ ἐχειροῦτο καὶ τοὺς ἐμποδίζοντας· πολεμοῦντες πλείστην ἂν τριβὴν Ῥωμαίοις παρέσχον ὑπὸ τοιούτῳ στρατηγῷ. 4.322παρέζευκτο δʼ αὐτῷ καὶ Ἰησοῦς, αὐτοῦ μὲν λειπόμενος κατὰ σύγκρισιν, προύχων δὲ τῶν ἄλλων. 4.323ἀλλʼ οἶμαι κατακρίνας θεὸς ὡς μεμιασμένης τῆς πόλεως ἀπώλειαν καὶ πυρὶ βουλόμενος ἐκκαθαρθῆναι τὰ ἅγια τοὺς ἀντεχομένους αὐτῶν καὶ φιλοστοργοῦντας περιέκοπτεν. 4.324οἱ δὲ πρὸ ὀλίγου τὴν ἱερὰν ἐσθῆτα περικείμενοι καὶ τῆς κοσμικῆς θρησκείας κατάρχοντες προσκυνούμενοί τε τοῖς ἐκ τῆς οἰκουμένης παραβάλλουσιν εἰς τὴν πόλιν, ἐρριμμένοι γυμνοὶ βορὰ κυνῶν καὶ θηρίων ἐβλέποντο. 4.325αὐτὴν ἐπʼ ἐκείνοις στενάξαι τοῖς ἀνδράσι δοκῶ τὴν ἀρετήν, ὀλοφυρομένην ὅτι τοσοῦτον ἥττητο

-- --

τῆς κακίας. ἀλλὰ γὰρ τὸ μὲν Ἀνάνου καὶ Ἰησοῦ τέλος τοιοῦτον ἀπέβη. 4.326

Μετὰ δʼ ἐκείνους οἵ τε ζηλωταὶ καὶ τῶν Ἰδουμαίων τὸ πλῆθος τὸν λαὸν ὥσπερ ἀνοσίων ζῴων ἀγέλην ἐπιόντες ἔσφαζον. 4.327καὶ τὸ μὲν εἰκαῖον ἐφʼ οὗ καταληφθείη τόπου διεφθείρετο, τοὺς δὲ εὐγενεῖς καὶ νέους συλλαμβάνοντες εἰς εἱρκτὴν κατέκλειον δεδεμένους, κατʼ ἐλπίδα τοῦ προσθήσεσθαί τινας αὐτοῖς τὴν ἀναίρεσιν ὑπερτιθέμενοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.318 Joseph. BJ 4.324 (English) >>Joseph. BJ 4.331

Powered by PhiloLogic